Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πατρῴην δʼ ἐλέλιζεν ἐμῆς γλωχῖνα τριαίνης,
  2. καί κεν ὑπὲρ πεδίοιο συναιχμάζων Διονύσῳ
  3. στήθεα βουκεράοιο διέθλασε Δηριαδῆος,
  4. καὶ πολὺν αἰνὸν ὅμιλον ἐμῷ τριόδοντι δαΐζων
  5. εἰς μίαν ἠριγένειαν ὅλον γένος ἔκτανεν Ἰνδῶν.
  6. υἱὸς ἐμὸς πάλαι [*](So Marcellus: πάλιν MSS. and edd.) ἄλλος ἔχων ἑκατοντάδα χειρῶν
  7. Τιτήνων ὀλετῆρι τεῷ χραίσμησε τοκῆι,
  8. Αἰγαίων πολύπηχυς, ὅτε Κρόνον εἰς φόβον ἕλκων
  9. ἠλιβάτων ἐτίταινε πολυσπερὲς ἔθνος ἀγοστῶν,
  10. ἠέλιον σκιόωσαν ἔχων ὑψαύχενα χαίτην,
  11. καὶ βλοσυροὶ Τιτῆνες ἐνοσφίσθησαν Ὀλύμπου
  12. εὐπαλάμου Βριαρῆος ὑποπτήσσοντες Ἐνυώ.
  13. τοῖον ἔπος φθονέων νεμεσήμονι πέφραδε φωνῇ.
  14. αἰδομένη δὲ Θόωσα κατηφέας εἶχε παρειάς,
  15. Ἄρεϊ μὴ παρεόντος ἐρωμανέος Πολυφήμου.
  16. ὡς δὲ πόνου τέλος ἦεν ἐριφλοίσβοιο κυδοιμοῦ,
  17. ἠθάδα πόντον ὄπωπε κατάρρυτον αἵματι Νηρεύς·
  18. ξανθῆς δʼ ἐννοσίγαιος ἐθάμβεε νῶτα θαλάσσης,
  19. ἰχθύας ἀνδροφάγους ὁρόων καὶ πληθύι νεκρῶν
  20. γείτονος ἄβροχα νῶτα γεφυρωθέντα θαλάσσης ---