Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δερκομένη δεδόνητο, φόβῳ δʼ ἤμειψε παρειάς·
  2. ἔλπετο γὰρ Πολύφημον ἰδεῖν κατὰ φύλοπιν Ἰνδῶν
  3. ἀντία Δηριάδαο συναιχμάζοντα Λυαίῳ·
  4. ταρβαλέη δʼ ἱκέτευε θαλασσαίην Ἀφροδίτην
  5. υἷα Ποσειδάωνος ἀριστεύοντα σαῶσαι,
  6. καὶ γενέτην φιλότεκνον ἐφʼ υἱέι κυανοχαίτην
  7. μαρναμένου λιτάνευε προασπίζειν Πολυφήμου.
  8. καὶ βυθίου τριόδοντος ἐκυκλώσαντο φορῆα
  9. θυγατέρες Νηρῆος· ἐρειδόμενος δὲ τριαίνῃ
  10. πόντιος ἐννοσίγαιος ἐδέρκετο γείτονα χάρμην,
  11. καὶ στρατὸν εὐθώρηκος ὀπιπεύων Διονύσου,
  12. ζηλήμων ὁρόων ἑτέρου Κύκλωπος Ἐνυώ,
  13. ὑγρομόθῳ Βρομίῳ πολυμεμφέα ῥήξατο φωνήν·
  14. Εἰς ἐνοπήν, φίλε Βάκχε, τόσους Κύκλωπας ἀγείρων,
  15. καλλείψας δʼ ἕνα μοῦνον ἀπόπροθι δηιοτῆτος,
  16. εἰς χρόνον ἑπταέτηρον ἔχεις πολύκυκλον ἀγῶνα,
  17. βόσκων ἀλλοπρόσαλλον ἀτέρμονος ἐλπίδα χάρμης,
  18. ὅττι τεοῦ μεγάλοιο προασπιστῆρες ἀγῶνος
  19. πάντες ἑνὸς χατέουσιν ἀνικήτου Πολυφήμου·
  20. εἰ δὲ τεὴν ἐπὶ δῆριν ἐμὸς πάις ἵκετο Κύκλωψ,