Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κητείοις γενύεσσιν, ἐν ὶχθυόεντι δὲ λαιμῷ
- ἄπνοον αἰθύσσουσα νέκυν τυμβεύσατο φώκη,
- ξανθὸν ἐρευγομένη ῥόον αἵματος. ὀλλυμένων δὲ
- τεύχεα πόντος ἔσεκτο, νεοσφαγέος δὲ φορῆος
- αὐτομάτη λοφόεσσα διʼ ὕδατος ἔπλεε πήληξ
- δεσμοῦ λυομένοιο, θυελλήεντι δὲ πολλῆς
- χεύματι φοιταλέης ἐπενήχετο κύκλα βοείης
- σὺν διερῷ τελαμῶνι. πολὺς δʼ ὑπὸ κύμασιν ἄκροις
- ἀφρὸς ἐρευθιόων πολιῆς ἀνεκήκιεν ἅλμης
- αἱμαλέῳ πάνλευκον ὑποστίξας χύσιν ὁλκῷ.
- καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη Μελικέρτης·
- Λευκοθέη δʼ ὀλόλυζε, τιθηνήτειρα Λυαίον,
- αὐχένα γαῦρον ἔχουσα, καὶ Ἰνδοφόνου περὶ νίκης
- ἄνθεϊ φυκιόεντι κόμην ἐστέψατο Νύμφη·
- καὶ Θέτις ἀκρήδεμνος ὑπερκύψασα θαλάσσης
- χεῖρας ἐρεισαμένη καὶ Δωρίδι καὶ Πανοπείῃ
- ἄσμενον ὄμμα τίταινεν ἐπʼ εὐθύρσῳ Διονύσῳ.
- καὶ βυθίη Γαλάτεια θαλασσαίου διὰ κόλπου
- ἡμιφανὴς πεφόρητο διαξύουσα γαλήνην,
- καὶ φονίου Κύκλωπος ἁλιπτοίητον Ἐνυὼ