Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Εὐρύαλος δʼ ἀλάλαζεν, ἁλιρροίζῳ δὲ κυδοιμῷ
  2. ἀγχινεφὴς οἴστρησεν ἐς ὑσμίνην Ἁλιμήδης.
  3. καὶ διδύμαις στρατιῇσιν ἐπέκτυπε πόντιος Ἄρης
  4. χερσαίην μετὰ δῆριν, ἁλιρροίζῳ δʼ ἀλαλητῷ
  5. ὁλκάσι Βακχείῃσιν ἐπέρρεον ὁλκάδες Ἰνδῶν·
  6. καὶ φόνος ἦν ἑκάτερθε, καὶ ἔζεε κύματα λύθρῳ,
  7. καὶ πολὺς ἀμφοτέρων στρατὸς ἤριπεν· ἀρτιχύτῳ δὲ
  8. αἵματι κυανέης ἐρυθαίνετο νῶτα θαλάσσης.
  9. πολλοὶ δʼ ἔνθα καὶ ἔνθα χυτῷ πίπτοντες ὀλέθρῳ
  10. οἰδαλέοι πλωτῆρες ἐναυτίλλοντο θαλάσσῃ·
  11. καὶ ῥοθίοις ἑλικηδὸν ἔχων πορθμῆας ἀήτας
  12. σύρετο νεκρὸς ὅμιλος ἀφειδέι σύνδρομος αὔρῃ·
  13. πολλοὶ δʼ αὐτοκύλιστον ὑπὸ στροδάλιγγα κυδοιμοῦ
  14. εἰς ῥόον ὠλίσθησαν, ἀναγκαίῃ δὲ πιόντες
  15. πικρὸν ὕδωρ ἐνόησαν ὑποβρυχίης λίνα Μοίρης,
  16. βριθόμενοι θώρηκι· καὶ οἰδαλέων μέλαν ὕδωρ
  17. κυανέων ἐκάλυπτεν ὁμόχροα σώματα νεκρῶν
  18. βένθεϊ φυκιόεντι, σὺν ὑγροπόρῳ δὲ φορῆι
  19. χάλκεος ἰλυόεντι χιτὼν ἐκαλύπτετο πηλῷ·
  20. καὶ τάφος ἔπλετο πόντος. ἐτυμβεύοντο δὲ πολλοὶ