Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ψυχρὸν ὑπὲρ πόντοιο πιὼν θανατηφόρον ὕδωρ·
- οὐκ ἀλέγω Ζεφύροιο, κορυσσομένιο Βορῆος.
- δεῖξον ὁμοφροσύνην ἑκυρῷ σέθεν· οὐρανόθεν δὲ
- σὺν σοὶ Βακχιάδεσσιν ἐμαῖς στρατιῇσιν ἀρήξει
- μαρνάμενος τριόδοντι Ποσειδάων καὶ Ἀθήνη,
- ἡ μὲν ἑοῖς ναέτῃσιν, ὁ δὲ γνωτοῖο γενέθλῃ·
- καὶ πυρόεις Ἥφαιστος Ἐρεχθέος αἷμα γεραίρων
- ἵξεται εὐάντητος ἐς ὑδατόεσσαν Ἐνυώ,
- ὁλκάσι Δηριάδαο μαχήμονα πυρσὸν ἑλίσσων.
- δὸς δέ με νικῆσαι καὶ ἐν ὕδασι, καὶ μετὰ νίκην
- Κεκροπίῃ κομίσειεν ἀπήμονα λαὸν Ἐρεχθεύς,
- καὶ Βορέην μέλψωσι καὶ Ὠρείθυιαν Ἀθῆναι.
- τοῖον ἔπος βοόων ἁλιδίνεος ἥψατο χάρμης
- ἔγχεϊ τεχνήεντι, καὶ ὡς ναέτης Μαραθῶνος
- ναύμαχου εἶχεν ἔρωτα· φιληρέτμῳ δὲ κυδοιμῷ
- εὔστολος ἦεν Ἄρης τότε ναυτίλος, ἐν παλάμῃ δὲ
- πηδάλιον Φόβος εἶχε, κυβερνήτης δὲ κυδοιμοῦ
- Δεῖμος ἀκοντοφόρων ἀνελύσατο πείσματα νηῶν.
- Κυκλώπων δὲ φάλαγγες ἐωαυτίλλοντο θαλάσσῃ
- ὁλκάδας ἀγχιάλοισιν ὀιστεύοντες ἐρίπναις·