Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄσθματι κυματόεντι τεὰς θώρηξον ἀέλλας—
  2. ἐσσὶ γὰρ ὑσμίνης ἐμπείραμος, ὅττι καὶ αὐτὸς
  3. Θρῄκην ναιετάεις, ἐμπείραμος, οἷά περ Ἄρης—
  4. ἀντιβίων δὲ φάλαγγι δυσήνεμον ἄσθμα κομίζων
  5. ἔγχεϊ παχυήεντι κορύσσεο Δηριαδῆι·
  6. στήσας δʼ ἀωτιβίοισι θυελλήεσσαν Ἐνυὼ
  7. δυσμενέας τόξευε χαλαζήεντι βελέμνῳ,
  8. καὶ Διὶ πρστὰ φέρων καὶ Παλλάδι καἰ Διονύσῳ.
  9. μνώεο Κεκροπίης εὐπαρθένου, ἧχι γυναῖκες
  10. κερκίδι ποικίλλουσι τεῶν ὑμέναιον Ἐρώτων·
  11. Ἰλισσὸν δὲ γέραιρε γαμοστόλον, ὁππόθι κούρην
  12. Ἀτθίδα δὴν παράκοιτιν ἀνήρπασαν ἅρπαγες αὖραι
  13. ἑζομένην ἀτίνακτον ἀκινήτῳ σέθεν ὤμῳ.
  14. οἶδα μέν, ὡς συνάεθλος ἐλεύσεται ἄλλος ἀήτης
  15. γείτων ἀντιβίοισιν Ἑώιος· ἀλλʼ ἐνὶ χάρμῃ
  16. οὐ τρομέω θρασὺν Εὖρον, ὅτι πτερόεντες ἀῆται
  17. πάντες, ὅσοι πνείουσιν, ὀπάονές εἰσι Βορῆος·
  18. καὶ πρόμος Αἰθιόπων Νοτίην ἐπὶ πέζαν ἀρούρης
  19. μηκέτι νοστήσειε Κορύμβασος, ἀλλὰ δαμείη
  20. θερμὸν ἔχων συνάεθλον ἑὸν Νότον Αἰθσπῆα,