Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νεκρὸν ὄφιν περίμετρον ἀερτάζοντα κεράστην,
  2. δυσμενέος κερόεντος ἀπαγγέλλοντα τελευτήν·
  3. λαῷ δʼ ἀντιβίων ἕτερος μελανόχροος ἔλθῃ
  4. κυανέαις πτερύγεσσι προθεσπίζων φόνον Ἰνδῶν,
  5. αὐτομάτου θανάτοιο μέλαν τύπον· ἢν δʼ ἐθελήσῃς,
  6. βρονταίοις πατάγοισιν ἐμὴν μαντεύεο νίκην,
  7. καὶ στεροπὴν Βρομίοιο λεχώια φέγγεα πέμπων
  8. υἱέα σεῖο γέραιρε πάλιν πυρί, δυσμενέων δὲ
  9. ὁλκάδας εὐπήληκας ὀιστεύσωσι κεραυνοί.
  10. ναί, πάτερ, Αἰγίνης μιμνήσκεο, μὴ σέο νύμφης
  11. νυμφίον αἰσχύνειας ὁμόπτερον ὄρνιν Ἐρώτων.
  12. ὣς εἰπὼν πολέμιζεν, ἐς ἠερίας δὲ κελεύθους
  13. ὄμμα παλιννόστοιο βαλὼν ἀντώπιον Ἄρκτου
  14. γαμβρὸν ἑὸν λιτάνενε καὶ ἴαχε μῦθον Ἐρεχθεύς·
  15. Γαμβρὸς ἐμὸς Βορέης, θωρήσσεο, καὶ σέο νύμφης
  16. μαρναμένῳ γενετῆρι βοηθόον ἄσθμα τιταίνων
  17. ἕδνα τεοῦ θαλάμοιο θαλασσαίην πόρε νίκην·
  18. ὁλκάσι μὲν Βρομίοιο φέρων νηοσσόον αὔρην
  19. δὸς χάριν ἀμφοτέροισιν, Ἐρεχθέι καὶ Διονύσῳ·
  20. νηυσὶ δὲ Δηριάδαο μεμηνότα πόντον ἱμάσσων