Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. διψαλέην ἐπὶ γαῖαν ἄγων βιοτήσιον ὕδωρ,
  2. δὸς πάλιν ὀψιτέλεστον ἴσην χάριν, ὑέτιε Ζεῦ,
  3. ὕδατι κυδαίνων με καὶ ἐνθάδε· καί τις ἐνἰψῃ
  4. νίκην ἡμετέρην δεδοκημένος· ὡς ἐνὶ γαίῃ
  5. Ζεὺς ἑὸν υἷα γέραιρε, καὶ ὲν πελάγεσσι γεραίρει.
  6. ἄλλος ἀνὴρ λέξειεν Ἀχαιικός· εἰν ένὶ θεσμῷ
  7. Αἰακὸς Ἰνδοφόνος φυσίζοος· ἀμφότερον γάρ,
  8. κείρων ἐχθρὰ κάρηνα καὶ αὔλακι καρπὸν ὀπάσσας
  9. χάρμα πόρεν Δήμητρι καὶ εὐφροσύνην Διονύσῳ.
  10. ῥύεο δʼ ἡμετέρης πλόον ὁλκάδος· αὐσταλέῳ δὲ
  11. ὡς χθονίῳ κενεῶνι φερέσβιον ἤγαγον ὕδωρ,
  12. καὶ βυθίων λαγόνων θανατηφόρον οἶδμα καρύσσω
  13. μαρνάμενον στρατιῇσι καὶ ὁλκάσι Δηριαδῆος.
  14. ἀλλά, πάτερ, σκηπτοῦχε βίου, σκηπτοῦχε κυδοιμοῦ,
  15. πέμπέ μοι αἰετὸν ὄρνιν ἐμῆς κήρυκα γενέθλης
  16. δεξιτερὸν προμάχοισι καὶ ὑμετέρῳ Διονύσῳ·
  17. ἄλλος δʼ ἀντιβίοισιν ἀριστερὸς ὄρνις ἱκέσθω·
  18. σύμβολα δʼ ἀμφοτέροις ἑτερότροπα ταῦτα γενέσθω·
  19. τὸν μὲν ἐσαθρήσω πεφορημένον ἅρπαγι ταρσῷ
  20. θηγαλέων ὀνύχων κεχαραγμένον ὀξέι κέντρῳ