Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀσκὸν ἐπισφίγξας ἀνεμώδεα, μηδʼ ἐνὶ πόντῳ
  2. ἄσθμασιν Ἰνσοφόνοισιν ἀριστεύσωαιν ἀῆται·
  3. ἀλλὰ μόθον τελέσω νηοφθόρα θύρσα τιταίνων.
  4. ὣς εἰπὼν ἐκόρυσσε πεποιθότας ἡγεμονῆας.
  5. ἤση δὲ πτολέμοιο προάγγελος ἵστατο σάλπιγξ,
  6. καὶ μέλος ἐγρεκύδοιμον ἀνέκλαγον Ἄρεος αὐλοὶ
  7. λαὸν ἀολλίζοντες, ἀρασσομένη δὲ βοείη
  8. εἰναλίου κελάδησε μόθου χαλκόκροτον ἠχώ,
  9. καὶ καναχὴν ὁμόδουπον ἀγέστρατος ἴαχε σύριγξ·
  10. ἀντὶ δὲ πετραίης πολεμήια λείψανα φωνῆς
  11. Πανιὰς ὑστερόφωνας ἀμείβετο ποντιὰς Ἠχώ.
  12. τοῖσι δὲ μαρναμένοισιν ἔην κλόνος, ὦρτο δʼ ἰωὴ
  13. κεκλομένων· καὶ λαὸς ἐθήμονι μάρνατο τέχνῃ
  14. κυκλώσας στεφανηδὸν ὅλον στρατόν, ἐν δʼ ἄρα μέσσῳ
  15. νηυσὶν ὁμοζυλέεσσιν ἐμιτρώθη στόλος Ἰνδῶν
  16. εἰς λίνον ἐργομένων νεπόδων τύπον· Αἰακίδαις δὲ
  17. Αἰακὸς ὑγρὸν Ἄρηα προθεσπίζων Σαλαμῖνος
  18. ἀρχόμενος πολέμοιο θεουδέα ῥήξατο φωνήν·
  19. Εἰ πάρος ἡμετέρην ἀίων ἱκετήσιον ἠχὼ
  20. ἄσπορον εὐρυάλωος ἀπήλασας αὐχμὸν ἀρούρης,