Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πόντιον Ἀονίης Ἀνθηδόνος ἀστὸν ἀρούρης·
  2. Γλαῦκον ἔχω καὶ Φόρκυν· ἱμασσομένην δὲ θαλάσσῃ
  3. ὁλκάδα Δηριάδαο κατακρύψει Μελικίρτης,
  4. κυδαίνων Διόνυσον ὁμόγνιον, οὗ ποτε μήτηρ
  5. νήπιον ἔτρεφε Βάκχον, ἐπεὶ πόρε ποντιὰς Ἰνὼ
  6. ἓν γλάγος ἀμφοτέροισι, Παλαίμονι καὶ Διονύσῳ·
  7. μαντιπόλου δὲ γέροντος, ὃς ἡμετέρην ποτὲ νίκην
  8. ἐσσομένην κατὰ πόντον ὑποβρυχίῃ φάτο φωνῇ,
  9. εἰμὶ φίλος Πρωτῆος· ἐς ὑσμίνην δὲ κορύσσει
  10. θυγατέρας Νηρῆος ἐμὴ Θέτις, ἐν δὲ κυδοιμοῖς
  11. Βασσαρίδων συνάεθλος ἐμὴ θωρήσσεται Ἰνώ·
  12. θωρήξω δʼ ἐς Ἄρηα καὶ Αἰόλον, ὄφρα νοήσω
  13. εὖρον ἀκοντίζοντα καὶ αἰχμάζοντα Βορῆα,
  14. γαμβρὸν ἐμοῦ προμάχου, Μαραθωνίδος ἅρπαγα νύμφης,
  15. καὶ Νότον Αἰθιοπῆα προασπιστῆρα Λυαίου·
  16. καὶ Ζέφυρος πολὺ μᾶλλον ἀελλήεντι κυδοιμῷ
  17. ὁλκάδας ἀντιβίων δηλήσεται· ἡμετέρου γὰρ
  18. εὐνέτιν Ἶριν ἔχει Διὸς ἄγγελον. ἀλλὰ σιωπῇ
  19. ἔκτοθεν εὐθύρσοιο καὶ Ἰνδῴοιο κυδοιμοῦ
  20. μιμνέτω ἠρεμέων θραχὺς Αἰόλος, ἠθάδι δεσμῷ