Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σπεύσατε καὶ κατὰ πόντον ἀιστῶσαι γένος Ἰνδῶν,
  2. εἰναλίην τελέσαντες ἐπιχθονίην μετὰ νίκην.
  3. ἀλλὰ θαλασσαίοιο διάκτορα δηιοτῆτος,
  4. ἔγχεα διπλώσαντες ὁμόπλοκα δίζυγ, δεσμῷ
  5. ναύμαχα κολλήεντα, περὶ στόμα εἱμένα χαλκῷ,
  6. μίξατε δυσμενέεσσιν ἁλιπτοίητον Ἐνυώ,
  7. προφθάμενοι, μὴ χειρὶ πυραυγέα δαλὀν ἀείρων
  8. Δηριάδης φλέξειεν Ἀρήια δούρατα νηῶν.
  9. νόσφι φόβου μάρνασθε, Μιμαλλόνες· ὑγρομόθων γὰρ
  10. ἐλπίδες ἀντιβίων κενεαυχέες· εἰ δἐ μογήσας
  11. φύλοπιν οὐκ ἐτέλεσσεν ἐπὶ χθονὸς ὄρχαμος Ἰνδῶν,
  12. ἠλιβάτων λοφιῇσιν ἐφεδρήσσων ἐλεφάντων,
  13. ἀγχινεφής, ἀκίχητος, ἀωούτατος, ἠέρι γείτων,
  14. οὐ μὲν ἐγὼ προμάχων ποτὲ δεύομαι, οὐδὲ καλέσσω
  15. ἄλλον ἀοσσητῆρα μετὰ Κρονίωνα τοκῆα,
  16. ἡνίοχον πόντοιο καὶ αἰθέρος· ἢν δʼ ἐθελήσω,
  17. γνωτὸν ἐμοῦ Κρονίδαο Ποσειδάωνα κορύσσω
  18. Ἰνδῴην στίχα πᾶσαν ἀμαλδύνοντα τριαίνῃ·
  19. καὶ πρόμον εὐρυγένειον, ἀπόσπορον ἐννοσιγαίου,
  20. Γλαῦκον ἔχω συνάεθλον, ἐμῆς ἅτε γείτονα Θήβης,