Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- νίκης Ἰνδοφόνοιο προάγγελον· ἠελίῳ γὰρ
- δεύτερον ἀστράπτοντι φεραυγέα Βάκχον ἐίσκω,
- καὶ θρασὺν ὀρφναίῃ μελανόχροον Ἰνδὸν ὀμίχλῃ·
- αἰθέρι γὰρ τύπος οὗτος ὁμοίιος· εὐφαέος δὲ
- ὡς ζόφος ἠμάλδυνε καλυπτομένης φάος ἠοῦς,
- καὶ πάλιν ἀντέλλων πυριφεγγέος ὑψόθι δίφρου
- ἠέλιος ζοφόεσσαν ἀπηκόντιζεν ὀμίχλην,
- οὕτω σῶν βλεφάρων μάλα τηλόθι καὶ σὺ τινάξας
- Ταρταρίης ζοφόεσσαν Ἐρινύος ἄσκοπον ἀχλὺν
- ἀστράψεις κατʼ Ἄρηα τὸ δεύτερον ὡς Ὑπερίων.
- τηλίκον οὔ ποτε θαῦμα γέρων τροφὸς [*](So MSS.: χρόνος Ludwich.) ἤγαγεν Αἰών,
- ἐξ ὅτε δαιμονίοιο πυρὸς βεβολημένος ἀτμῷ
- κύμβαχος Ἠελίοιο φεραυγέος ἔκπεσε δίφρου
- ἡμιδαὴς Φαέθων, ποταμῷ δʼ ἐκρύπτετο Κελτῷ·
- καὶ θρασὺν ἡβητῆρα παρʼ ὀφρύσιν Ἠριδανοῖο
- Ἡλιάδες κινυροῖσιν ἔτι στενάχουσι πετήλοις.
- ὣς φαμένου Διόνυσος ἐγήθεεν ἐλπίδι νίκης·
- Ἑρμείαν δʼ ἐρέεινε, καὶ ἤθελε μᾶλλον ἀκοῦσαι
- Κελτοῖς Ἑσπερίοισι μεμηλότα μῦθον Ὀλύμπου,
- πῶς Φαέθων κεκύλιστο διʼ αἰθέρος, ἢ πόθεν αὐταὶ