Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἡλιάδες παρὰ χεῦμα γοήμονος Ἠριδανοῖο
  2. εἰς φυτὸν ἠμείβοντο, καὶ εὐπετάλων ἀπὸ δένδρων
  3. δάκρυα μαρμαίροντα κατασταλάουσι ῥεέθροις.
  4. καί οἱ ἀνειρομένῳ πετάσας στόμα μείλιχος Ἑρμῆς
  5. θέσκελον ἐρροίβδησεν ἔπος φιλοπευθέι Βάκχῳ·
  6. Ἀνδρομέου, Διόνυσε, βίου τερψίμβροτε ποιμήν,
  7. εἴ σε παλαιγενέων ἐπέων γλυκὺς οἶστρος ἐπείγει,
  8. μῦθον ὅλον Φαέθοντος ἐγὼ στοιχηδὸν ἐνίψω.
  9. Ὠκεανὸς κελάδων, μιτρούμενος ἄντυγι κόσμου,
  10. ἰκμαλέην περὶ νύσσαν ἄγων γαιήοχον ὕδωρ,
  11. Τηθύος ἀρχεγόνοισιν ὁμιλήσας ὑμεναίοις
  12. νυμφίος ὑδατόεις Κλυμένην τέκεν, ἥν ποτε Τηθὺς
  13. κρείσσονα Νηιάδων διερῷ μαιώσατο μαζῷ
  14. παρθένον ὁπλοτέρην εὐώλενον, ἧς ἐπὶ μορφῇ
  15. ἠέλιος λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
  16. αἰθέρος ἑπτάζωνον ἴτυν στεφανηδὸν ὁδεύων,
  17. κάμνε πυρὸς ταμίης ἑτέρῳ πυρί· καὶ φλόγα δίφρων
  18. καὶ σέλας ἀκτίνων ἐβιήσατο πυρσὸς Ἐρώτων,
  19. ὁππότε φοινίσσοντος ὑπὲρ κέρας Ὠκεανοῖο,
  20. ἔμπυρον Ἠῴοισιν ἑὸν δέμας ὕδασι λούων,