Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λέξω δʼ, ὥς με δίδαξεν ἐμὸς δαφναῖος Ἀπόλλων.
  2. μὴ στεροπὴν τρομέοις, μὴ δείδιθι πυρσὸν ἀλήτην,
  3. μὴ δρόμον Ἠελίου ζοφοειδέα, μηδὲ Λυαίου
  4. νίκης ἐσσομένης πρωτάγγελον ὄρνιν Ὀλύμπου·
  5. ὡς ὅ γε θηγαλέων ὀνύχων κεχαραγμένος αἰχμαῖς,
  6. ἅρπαγος οἰωνοῖο πεπαρμένος ὀξέι ταρσῷ,
  7. εἰς προχοὰς ποταμοῖο δράκων ὤλισθε κεράστης,
  8. καὶ νέκυν ἑρπηστῆρα γέρων ἔκρυψεν Ὑδάσπης,
  9. οὕτω Δηριάδην πατρώιον οἶδμα καλύψει
  10. εἴκελον εἶδος ἔχοντα βοοκραίρῳ γενετῆρι.
  11. τοῖα γέρων ἀγόρευε θεηγόρος· ἀμφὶ δὲ μύθῳ
  12. μαντιπόλῳ γήθησεν ὅλος στρατός· ἔξοχα δʼ ἄλλων
  13. θαύματι χάρμα κέρασσεν ἀμήτορος ἀστὸς Ἀθήνης,
  14. τοῖος ἐὼν γλυκερῇσιν ἐπʼ ἐλπίσιν, ὡς ἐνὶ μέσσῳ
  15. κωμάζων Μαραθῶνι μετʼ Ἄρεα Δηριαδῆος.
  16. καὶ τότε μουνωθέντι φιλοσκοπέλῳ Διονύσῳ
  17. σύγγονος οὐρανόθεν Διὸς ἄγγελος ἤλυθεν Ἑρμῆς,
  18. καί τινα μῦθον ἔειπε παρηγορέων ἐπὶ νίκῃ·
  19. Μὴ τρομέοις τόδε σῆμα, καὶ εἰ πέλεν ἠματίη νύξ·
  20. τοῦτό σοι, ἄτρομε Βάκχε, πατὴρ ἀνέφηνε Κρονίων