Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἵππιον αὐχένα δοῦλον ἐπεκλήισσε λεπάδνῳ.
  2. καὶ Φαέθων ἐπέβαινε· δίδου δέ οἱ ἡνία πάλλειν,
  3. ἡνία μαρμαίροντα καὶ αἰγλήεσσαν ἱμάσθλην
  4. ἠέλιος γενέτης· τρομερῇ δʼ ἐλελίζετο σιγῇ,
  5. υἱέα γινώσκων μινυώριον· ἐγγύθι δʼ ὄχθης
  6. ἡμιφανὴς Κλυμένη φλογερῶν ἐπιβήτορα δίφρων
  7. δερκομένη φιλότεκνος ἐπάλλετο χάρματι μήτηρ.
  8. ἤδη δὲ δροσόεις ἀμαρύσσετο Φωσφόρος ἀστήρ,
  9. καὶ Φαέθων ἀνέτελλεν Ἑώιον ἄντυγα βαίνων,
  10. ὕδασι παππῴοισι λελουμένος Ὠκεανοῖο.
  11. καὶ θρασὺς εὐφαέων ἐλατὴρ ὑψίδρομος ἵππων
  12. οὐρανὸν ἐσκοπίαζε χορῷ κεχαραγμένον ἄστρων,
  13. ἑπτὰ περὶ ζώναις κυκλούμενον· εἶδεν ἀλήτας
  14. ἀντιπόρους, καὶ γαῖαν ὁμοίιον ἔδρακε κέντρῳ
  15. μεσσοπαγῆ, δολιχῇσιν ἀνυψωθεῖσαν ἐρίπναις,
  16. πάντοθι πυργωθεῖσαν ὑπωροφίοισιν ἀήταις·
  17. καὶ ποταμοὺς σκοπίαζε, καὶ ὀφρύας Ὠκεανοῖο
  18. ἂψ ἀνασειράζοντος ἑὸν ῥόον εἰς ἑὸν ὕδωρ.
  19. ὄφρα μὲν ὄμμα τίταινεν ἐς αἰθέρα καὶ χύσιν ἄστρων
  20. καὶ χθονὸς αἰόλα φῦλα καὶ ἄστατα νῶτα θαλάσσης,