Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παπταίνων ἑλικηδὸν ἀτέρμονος ἕδρανα κόσμου·
  2. τόφρα δὲ δινηθέντες ὑπὸ ζυγὸν αἴθοπες ἵπποι
  3. ζῳδιακοῦ παράμειβον ἐθήμονος ἄντυγα κύκλου.
  4. καὶ Φαέθων ἀδίδακτος, ἔχων πυρόεσσαν ἱμάσθλην,
  5. φαίνετο [*](So MSS.: Ludwich μαίνετο.) μαστίζων λόφον ἵππιον· οἱ δὲ μανέντες,
  6. κέντρον ὑποπτήσσοντες ἀφειδέος ἡνιοχῆος,
  7. ἀρχαίης ἀέκοντες ὑπὲρ βαλβῖδα κελεύθου
  8. ἀξονίην παρὰ νύσσαν ἀλήμονες ἔτρεχον ἵπποι,
  9. δεχνύμενοι κτύπον ἄλλον ἐθήμονος ἡνιοχῆος.
  10. καὶ Νότιον παρὰ τέρμα καὶ ἄρκτια νῶτα Βορῆος
  11. ἦν κλόνος. οὐρανίῳ δὲ παριστάμεναι πυλεῶνι
  12. ἀλλοφανὲς νόθον ἦμαρ ἐθάμβεον εὔποδες Ὧραι·
  13. ἔτρεμε δʼ ἠριγένεια· καὶ ἴαχε Φωσφόρος ἀστήρ·
  14. πῇ φέρεαι, φίλε κοῦρε; τί μαίνεαι ἵππον ἐλαύνων;
  15. φείδεο σῆς μάστιγος ἀγήνορος· ἀμφοτέρων δὲ
  16. πλαζομένων πεφύλαξο καὶ ἀπλανέων χορὸν ἄστρων,
  17. μὴ θρασὺς Ὠρίων σε κατακτείνειε μαχαίρῃ,
  18. μὴ ῥοπάλῳ πυρόεντι γέρων πλήξειε Βοώτης,
  19. πλαγκτῆς δʼ ἱπποσύνης ἔτι φείδεο, μηδέ σε μακρῷ
  20. γαστέρι τυμβεύσειεν ἐν αἰθέρι Κῆτος Ὀλύμπου·