Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀγρονόμοις ἵνα γαῖα φερέσβια δῶρα λοχεύσῃ,
  2. νυμφίον ὄμβρον ἔχουσα καὶ εἰλείθυιαν ἐέρσην·
  3. καὶ θέρος ἐντύνω σταχυηκόμον ἄγγελον ὄμπνης,
  4. θερμοτέραις ἀκτῖσι πυρώδεα γαῖαν ἱμάσσων,
  5. ὑψιτενὴς παρὰ νύσσαν ὅτʼ εἰς δρόμον ἡνιοχεύω
  6. καρκίνον, ἀντικέλευθον ἀθαλπέος Αἰγοκερῆος,
  7. ἀμφοτέρους καὶ Νεῖλον ὁμοῦ καὶ βότρυν ἀέξων.
  8. ἀρχόμενος δὲ δρόμοιο μετέρχεο γείτονα Κέρνην,
  9. Φωσφόρον ἀπλανέος μεθέπων πομπῆα κελεύθου,
  10. ἱπποσύνης προκέλευθον· ἀμοιβαίῃ δὲ πορείῃ
  11. σὸν δρόμον ἰθύνουσι δυώδεκα κυκλάδες Ὧραι.
  12. ὣς εἰπὼν Φαέθοντος ἐπεστήριξε καρήνῳ
  13. χρυσείην τρυφάλειαν, ἑῷ δέ μιν ἔστεφε πυρσῷ,
  14. ἑπτατόνους ἀκτῖνας ἐπὶ πλοκάμοισιν ἑλίξας,
  15. κυκλώσας στεφανηδὸν ἐπʼ ἰξύι λευκάδα μίτρην·
  16. καί μιν ἀνεχλαίνωσεν ἑῷ πυρόεντι χιτῶνι,
  17. καὶ πόδα φοινίσσοντι διεσφήκωσε πεδίλῳ.
  18. παιδὶ δὲ δίφρον ἔδωκε· καὶ ἠῴης ἀπὸ φάτνης
  19. ἵππους Ἠελίοιο πυρώδεας ἤγαγον Ὧραι·
  20. καὶ θρασὺς εἰς ζυγὸν ἦλθεν Ἑωσφόρος, ἀμφὶ δὲ φαιδρῷ