Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μυρομένου Φαέθοντος ἀμειδέος ὄμβρον ὀπωπῆς
  2. χείλεα παιδὸς ἔκυσσε, τόσην δʼ ἐφθέγξατο φωνήν·
  3. δώδεκα πάντες ἔασι πυρώδεος αἰθέρος οἶκοι,
  4. ζῳδιακοῦ γλαφυροῖο πεπηγότες ἄντυγι κύκλου,
  5. κεκριμένοι στοιχηδὸν ἐπήτριμοι, οἷς ἔνι μούνοις
  6. λοξὴ πουλυέλικτος ἀταρπιτός ἐστι πλανήτων
  7. ἀσταθέων. καὶ ἕκαστον ἕλιξ Κρόνος οἶκον ἀμείβει
  8. ἑρπύζων βαρύγουνος, ἕως μόγις ὀψὲ τελέσσῃ
  9. εἴκοσι καὶ δέκα κύκλα παλιννόστοιο Σελήνης,
  10. ζώνης ἑβδομάτης ὑπέρ ἄντυγος· ὑψόθι δʼ ἕκτης
  11. ὠκύτερον γενετῆρος ἔχει δρόμον ἀντίπορος Ζεύς,
  12. καὶ δρόμον εἰς λυκάβαντα διέρχεται· ἐν τριτάτῃ δὲ ---
  13. ἤμασιν ἑξήκοντα παρέρχεται ἔμπυρος Ἅρης,
  14. γείτων σεῖο τοκῆος· ἐπαντέλλων δὲ τετάρτῃ
  15. αὐτὸς ἐγὼ στεφανηδὸν ὅλον πόλον ἅρμασι τέμνω
  16. οὐρανίων Ἑλίκων πολυκαμπέα κύκλα διώκων,
  17. μέτρα χρόνου πισύρῃσι φέρων κυκλούμενος Ὥραις,
  18. τὴν αὐτὴν περὶ νύσσαν, ἕως ὅλον οἶκον ὁδεύσω,
  19. πλήσας ἠθάδα μῆνα τελεσφόρον· οὐδὲ πορείην
  20. καλλείψας ἀτέλεστον ὀπίστερον οἶμον ἀμείβω,