Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὔ ποτε θοῦρος Ἄρης φλογερῷ κεκόρυστο κεραυνῷ,
  2. ἀλλὰ μέλος σάλπιγγι καὶ οὐ βρονταῖον ἀράσσει·
  3. οὐ νεφέλας Ἥφαιστος ἑοῦ γενετῆρος ἀγείρει,
  4. οὐ νεφεληγερέτης κικλήσκεται οἷα Κρονίων,
  5. ἀλλὰ παρʼ ἐσχαρεῶνι σιδήρεον ἄκμονα τύπτει,
  6. ἄσθμασι ποιητοῖσι χέων ποιητὸν ἀήτην·
  7. κύκνον ἔχει πτερόεντα, καὶ οὐ ταχὺν ἵππον Ἀπόλλων·
  8. οὐ στεροπὴν πυρόεσσαν ἀερτάζει γενετῆρος
  9. Ἑρμῆς ῥάβδον ἔχων, οὐκ αἰγίδα πατρὸς ἀείρει.
  10. ἀλλʼ ἐρέεις· Ζαγρῆι πόρεν σπινθῆρα κεραυνοῦ.
  11. Ζαγρεὺς σκηπτὸν ἄειρε, καὶ ὡμίλησεν ὀλέθρῳ.
  12. ἅζεο καὶ σύ, τέκος, πανομοίια πήματα πάσχειν.
  13. εἶπε, καὶ οὐ παρέπεισε· πάις δὲ γενήτορα νύσσων
  14. δάκρυσι θερμοτέροισιν ἑοὺς ἐδίηνε χιτῶνας·
  15. χερσὶ δὲ πατρῴης φλογερῆς ἔψαυσεν ὑπήνης,
  16. ὀκλαδὸν ἐν δαπέδῳ κυκλούμενον αὐχένα κάμπτων,
  17. λισσόμενος· καὶ παῖδα πατὴρ ἐλέαιρε δοκεύων.
  18. καὶ κινυρὴ Κηυμένη πλέον ᾔτεεν· αὐτὰρ ὁ θυμῷ
  19. ἔμπεδα γινώσκων ἀμετάτροπα νήματα Μοίρης
  20. ἀσχαλόων ἐπένευσεν, ἀποσμήξας δὲ χιτῶνι