Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐδὲ πάλιν προκέλευθον, ἐπεὶ πολυκαμπέες ἄλλοι
  2. ἀστέρες ἀντιθέοντες ἀεὶ στείχουσιν ἀλῆται,
  3. ἂψ δʼ ἀνασειράζοντες ἅμα πρόσσω καὶ ὀπίσσω
  4. ἡμιτελῆ μεθέπουσι παλίλλυτα μέτρα κελεύθου,
  5. δέγμενοι ἀμφοτέρωθεν ἐμὴν ἑτερόσσυτον αἴγλην·
  6. οἷς ἔνι λευκαίνουσα πόλον κερόεσσα Σελήνη
  7. κύκλον ὅλον πλήσασα σοφῷ πυρὶ μῆνα λοχεύει,
  8. μεσσοφανής, ἐπίκυρτος, ὅλῳ πλήθουσα προσώπῳ·
  9. Μήνῃ δʼ ἀντικέλευθος ἐγὼ σφαιρηδὸν ἑλίσσων
  10. μαρμαρυγὴν θρέπτειραν ἀμαλλοτόκου τοκετοῖο
  11. Ζῳδιακὴν περὶ νύσσαν ἀτέρμονα κύκλον ὁδεύω,
  12. τίκτων μέτρα χρόνοιο, καὶ οἴκοθεν οἶκον ἀμείβων
  13. καὶ τελέσας ἕνα κύκλον ὅλον λυκάβαντα κομίζω.
  14. ἄκρα δὲ συνδέσμοιο φυλάσσεο, μὴ σχεδὸν ἕρπων,
  15. ἅρμασιν ὑμετέροις ζοφοειδέα κῶνον ἑλίξας,
  16. φέγγος ὅλον κλέψειεν [*](κλέψειας Stegemann: κλέψειεν Ludshich, MSS.) ἐπισκιόων σέο δίφρῳ·
  17. μηδὲ παριππεύσειας ἐθήμονος ἄντυγα κύκλου·
  18. μηδὲ τανυπλέκτων ἑλίκων πολυκαμπέι δεσμῷ,
  19. πέντε παραλλήλων δεδοκημένος ἄντυγα κύκλων,
  20. οἶστρον ἔχοις, καὶ νύσσαν ὁμήθεα πατρὸς ἐάσῃς,