Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀστέρος Ἠῴοιο φέρων τύπον· ἀμφὶ δὲ χαίταις
  2. ὄρθιον ἔνθα καὶ ἔνθα φερυγέα δαλὸν ἐρείσας
  3. ψευδομέναις ἀκτῖσιν ἑὸν μιμεῖτο τοκῆα,
  4. ἱππεύων στεφανηδὸν ἁλίκτυπον ἄντυγα νήσου.
  5. ἀλλʼ ὅτʼ ἀνηέξητο φέρων εὐάνθεμον ἥβην,
  6. πολλάκι πατρῴης φλογὸς ἥψατο, χειρὶ δὲ βαιῇ
  7. κούφισε θερμὰ λέπαδνα καὶ ἀστερόεσσαν ἱμάσθλην,
  8. καὶ τροχὸν ἀμφιπόλευε, καὶ ἀμφαφόων δέμας ἵππων
  9. χιονέαις παλάμῃσιν ἐτέρπετο κοῦρος ἀθύρων·
  10. δεξιτερῇ δʼ ἔψαυε πυριβλήτοιο χαλινοῦ.
  11. μαίνετο δʼ ἱπποσύνης μεθέπων πόθον· ἑζόμενος δὲ
  12. γούνασι πατρῴοις ἱκετήσια δάκρυα λείβων
  13. ᾔτεεν ἔμπυρον ἅρμα καὶ αἰθερίων δρόμον ἵππων.
  14. καὶ γενέτης ἀνένευεν· ὁ δὲ πλέον ἡδέι μύθῳ
  15. αἰτίζων λιτάνευε· παρηγορέων δʼ ἐπὶ δίφρῳ
  16. ὑψιπόρῳ νέον υἷα φιλοστόργῳ φάτο φωνῇ·
  17. ὦ τέκος Ἠελίοιο, φίλον γένος Ὠκεανοῖο,
  18. ἄλλο γέρας μάστευε· τί σοί ποτε δίφρος Ὀλύμπου;
  19. ἱπποσύνης ἀκίχητον ἔα δρόμον· οὐ δύνασαι γὰρ
  20. ἰθύνειν ἐμὸν ἅρμα, τό περ μόγις ἡνιοχεύω.