Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ πάλιν ἠκόντιζεν· ὁ δὲ τροχοειδέι παλμῷ
- χειρὸς ἐυστρέπτοιο παράτροπος Ὠκεανοῖο
- δινωτῇ στροφάλιγγι κατήριπεν εἰς μέλαν ὕδωρ,
- μάντις ἑοῦ θανάτοιο· γέρων δʼ ᾤμωξε νοήσας,
- θέσφατα γινώσκων, πινυτῇ δʼ ἔκρυψε σιωπῇ,
- μὴ Κλυμένης φιλόπαιδος ἀπενθέα θυμὸν ἀμύξῃ
- πικρὰ προθεσπίζων Φαεθοντιάδος λίνα Μοίρης.
- καὶ πάις ἀρτικόμιστος ἔχων ἀνίουλον ὑπήνην
- πῇ μὲν ἑῆς Κλυμένης δόμον ἄμφεπε, πῇ δὲ καὶ αὐτῆς
- Θρινακίης λειμῶνα μετήιεν, ἧχι θαμίζων
- Λαμπετίῃ παρέμιμνε, βόας καὶ μῆλα νομεύων ---
- πατρὸς ἑοῦ ζαθέοιο φέρων πόθον ἡνιοχῆος,
- ἄξονα τεχνήεντι συνήρμοσε δούρασι δεσμῷ,
- κυκλώσας τροχόεντα τύπον ψευδήμονι δίφρῳ·
- ἀσκήσας δὲ λέπαδνα καὶ ἀνθοκόμων ἀπὸ κήπων
- πλέξας λεπταλέοισι λύγοις τριέλικτον ἱμάσθλην
- ἀρνειοῖς πισύροισι νέους ἐπέθηκε χαλινούς·
- καὶ νόθον εὐποίητον Ἑωσφόρον ἀστέρα τεύχων
- ἄνθεσιν ἀργεννοῖσιν, ἴσον τροχοειδέι κύκλῳ,
- θῆκεν ἑῆς προκέλευθον ἐυκνήμιδος ἀπήνης,