Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἑσπερίδες δʼ ἀλάλαζον· ἑῇ δʼ ἅμα Τηθύι νύμφῃ
  2. Ὠκεανὸς κελάδησε μέλος πολυπίδακι λαιμῷ.
  3. καὶ Κλυμένης γονόεντι γάμῳ κυμαίνετο γαστήρ·
  4. καὶ βρέφος ὠδίνουσα πεπαινομένου τοκετοῖο
  5. γείνατο θέσκελον υἷα φαεσφόρον. ἀμφὶ δὲ κούρῳ
  6. τικτομένῳ κελάδησε μέλος πατρώιος αἰθήρ·
  7. Ὠκεανοῦ δὲ θύγατρες ἀποθρῴσκοντα λοχείης
  8. υἱέα παππῴοισιν ἐφαιδρύναντο λοετροῖς·
  9. σπάργανα δʼ ἀμφεβάλοντο· καὶ ἀστέρες αἴθοπι παλμῷ
  10. εἰς ῥόον ἀίσσοντες ἐθήμονος Ὠκεανοῖο
  11. κοῦρον ἐκυκλώσαντο, καὶ Εἰλείθυια Σελήνη
  12. μαρμαρυγὴν πέμπουσα σελασφόρον· ἠέλιος δὲ
  13. υἱέι δῶκεν ἔχειν ἑὸν οὔνομα μάρτυρι μορφῇ
  14. ἅρμενον· ἠιθέου γὰρ ἐπʼ ἀστράπτοντι προσώπῳ
  15. ἠελίου γενετῆρος ἐπέπρεπε σύγγονος αἴγλη.
  16. πολλάκι παιδοκόμοισιν ἐν ἤθεσιν ἁβρὸν ἀθύρων
  17. Ὠκεανὸς Φαέθοντα παλινδίνητον ἀείρων
  18. γαστρὶ μέσῃ κούφιζε, διʼ ὑψιπόρου δὲ κελεύθου
  19. ἄστατον αὐτοέλικτον ἀλήμονι σύνδρομον αὔρῃ
  20. ἠερόθεν παλίνορσον ἐδέξατο κοῦρον ἀγοστῷ,