Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παρθένον ἀγχικέλευθον ἐσέδρακεν, ὁππότε γυμνὴ
  2. νήχετο πατρῴοισιν ἐπισκαίρουσα ῥεέθροις,
  3. λουομένη δʼ ἤστραπτεν· ἔην δέ τις, ὡς ὅτε δισσῆς
  4. μαρμαρυγὴν τροχόεσσαν ἀναπλήσασα κεραίης
  5. ἑσπερίη σελάγιζε διʼ ὕδατος ὄμπνια Μήνη.
  6. ἡμιφανὴς δʼ ἀπέδιλος ἐν ὕδασιν ἵστατο κούρη,
  7. ἠέλιον ῥοδέῃσιν ὀιστεύουσα παρειαῖς·
  8. καὶ προχοαῖς κεχάρακτο τύπος χροός· οὐ τότε μίτρη
  9. κούρης στέρνα κάλυπτε, καταυγάζουσα δὲ λίμνην
  10. ἀργυφέων εὔκυκλος ἴτυς φοινίσσετο μαζῶν.
  11. αἰθερίῳ δʼ ἐλατῆρι πατὴρ ἐζεύξατο κούρην·
  12. καὶ Κλυμένης ὑμέναιον ἀνέκλαγον εὔποδες Ὧραι
  13. καὶ γάμον Ἠελίοιο φαεσφόρον· ἀμφὶ δὲ Νύμφαι
  14. Νηίδες ὠρχήσαντο· παρʼ ὑδατόεντι δὲ παστῷ
  15. εὔλοχος ἀστράπτοντι γάμῳ νυμφεύετο κούρη,
  16. καὶ ψυχροῖς μελέεσσιν ἐδέξατο θερμὸν ἀκοίτην.
  17. ἀστραίης δὲ φάλαγγος ἔην θαλαμηπόλος αἴγλη,
  18. καὶ μέλος εἰς Ὑμέναιον ἀνέπλεκε Κύπριδος ἀστήρ,
  19. συζυγίης προκέλευθος Ἑωσφόρος· ἀντὶ δὲ πεύκης
  20. νυμφιδίην ἀκτῖνα γαμοστόλον εἶχε Σελήνη·