Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ σέλας ἠκόντιζον ἐς ὴέρα θυιάδες αὖαι,
  2. γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ
  3. Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίσων,
  4. Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου
  5. εὐόδμου, δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,
  6. ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων.
  7. Ἀλλʼ ὅτε δὴ δροσεριῖο προάγγελος ἅρματος Ἠοῦς
  8. ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων,
  9. δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίνῳ δὲ κυπίλλῳ
  10. πυρκαϊὴν ἑτάροιο κατέαβεσαν ἰκμάδι Βάκχου.
  11. καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης
  12. εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ
  13. ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ
  14. εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ.
  15. καὶ τροχαλοὶ Κκορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης,
  16. νεκροὸν ἐταρχύσαωτο, μιῆς οἰκήτορα πάτρης,
  17. Κρήτης γνήσιον αἷμα, βαθυνομένων δὲ θεμέθλων
  18. τύμβον ἐτορνώσαωτο πεδοσκαφέος διὰ κόλπου·
  19. καὶ κόνιν ὀθνείην πυμάτην ἐτέχευαν Ὀφέλτῃ,
  20. καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις,