Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοῖον ἐπιγράψαντες ἔπος νεοπενθέι τύμβῳ·
  2. νεκρός Ἀρεστορίδης μινυώριος ἐνθάδε κεῖται,
  3. Κνώσσιος, Ἰνδοφόνος, Βρομίου συνάεθλος, Ὀφέλτης.
  4. καὶ θεὸς ἀμπελόεις ἐπιτύμβια δῶρα κομίζων
  5. αὐτόθι λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
  6. τέρμα δρόμου τελέσας ἱππήλατον· ἐν δαπέδῳ δέ
  7. ὀργυίης ἰσόμετρος ἔην λίθος εὐρέι μέτρῳ,
  8. ἡμιτόμου κύκλοιο φέρων τύπον, εἰκόνα μήνης,
  9. ἀντιτύποις λαγόνεσσιν ἐύξοος, οἷον ὑφαίνων
  10. ἐργοπόνοις παλάμῃσι γέρων τορνώσατο τέκτων,
  11. ἔνθεον ἀσκῆσαι ποθέων βρέτας· ὃν τότε γαίῃ
  12. κουφίζων παλάμῃσι πέλωρ ἱδρύσατο Κύκλωψ
  13. νύσσης λαϊνέης ἀντίρροπν, ἶσον ἐκείνῳ
  14. ἀντόπορον λίθον ἄλλον ὁμόζυγον ἐν χθονἰ πήξας.
  15. ποικίλα δʼ ἦεν ἄεθλα, λέβης, τρίπος, ἀσπίδες, ἵπποι,
  16. ἄργυρος, Ἰνδὰ μέταλλα, βόες, Πακτώλιος ἰλύς.
  17. καὶ θεὸς ἱππήεσσιν ἀέθλια θήκατο νίκης·
  18. πρώτῳ μὲν θέτο τόξον Ἀμαζονίην τε φαρέτρην
  19. καὶ σάκος ἡμιτέλεστον Ἀρηιφίλην τε γυναῖκα,
  20. τήν ποτε Θερμώδοντος ὑπʼ ὀφρύσι πεζὸς ὁδεύων