Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἤγαηεν ἐκ σκοπέλοιο, καί, ὁππόθι σήματα Νίκης
- ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,
- λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ
- πυρκαϊὴν φθιμένοιο· Διοβλήτῳ δὲ θεείῳ
- ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας
- πυρσοτόκων· καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου
- κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ·
- τρίβων δʼ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων
- ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,
- πυρκαϊῇ δʼ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.
- οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,
- ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας
- ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,
- πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην.
- καὶ Βρομίου καλέοντος Ἑωοδόρος ἔκλυε γείτων
- ἱκεσίης, καὶ γνωτὸν ἑὸν προίηκε Λυαίῳ,
- ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.
- καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς
- πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης
- πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ·