Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.
  2. τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου
  3. εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη---
  4. εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ,
  5. Κνώσσια τόξα φέρων τετανυαμένα κυκλάδι νευρῇ,
  6. Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας,
  7. καὶ τύχε μηρίνθοιο· δαϊζομένης δὲ βελέμνῳ
  8. ἠερίη πεφόρητο μεφόρητο μετάρσιος ὄρνις ἀλήμων·
  9. καὶ μίτος εἰς χθόνα πῖπτε. διʼ ὑψιπόρου δὲ κελεύθου
  10. ὄμμα φέρων ἑλικηδόν, ὑπἐρ νεφέων δὲ δοκεύων
  11. τοξευτὴρ Ὑμέναιος έτοιμοτάτης ἀπὸ νευρῆς
  12. εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων
  13. ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων·
  14. καὶ πτερόεις πεπότητο διʼ ἠέρος ἰὸς ἀλήτης
  15. ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων,
  16. συρίζων ἀνέμοιοι· βέλος δʼ ἴθυνεν Ἀπόλλων
  17. πιστὰ φέρων δυαέρωτι κασιγνήτῳ Διονύσῳ·
  18. ἱπταμένης δʼ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ
  19. στήθεος ἄκρον ἔτυψε· βαρυνομένου δὲ καρήνου
  20. ὄρνις ἀελλήεσσα διʼ ἠέρος ἔμπεσε γαίῃ·