Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονὶῃ,
  2. ποσσὶ περισκοίρουσα χοροπλεκέος Διονύσου.
  3. καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ
  4. χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ·
  5. ξυνοὶ δʼ εἰν ἑνὶ πάντες, ὅσοι παρέμιμνον ἀγῶνι,
  6. ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου.
  7. καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας
  8. ἡνίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ·
  9. καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.
  10. καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιοτῆρας ἐμεἰγων
  11. Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι,
  12. διχθαδίην κνημῖδα καὶ Ἰνσῴης λίθον ἅλμης.
  13. ὀρθωθεὶς δʼ ἀγόρευε, δύω δʼ ἐκέλευσε μαχηταῖς,
  14. ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ
  15. μιμηλήν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης·
  16. Οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων
  17. μείλιχον οἶδεν Ἄρηα καὶ κὐδιόωσαν Ἐνυώ.
  18. ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων
  19. Ἀστέριος κεκόρθστο, καὶ Αἰακὸς εὶς μέσον ἔστη
  20. χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων,