Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφίθετον κτέρας εἷλε· κατηφιόων δὲ προσώτπῳ
  2. νεβρίδα ποικλόνωτον ἀνηέρταζε Μελισσεύς.
  3. καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου,
  4. εὐστοχίης ἀνάθημα· καὶ ἑπταέτηρον ἐρύσσας
  5. ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι,
  6. καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης
  7. ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ
  8. νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃ
  9. στῆσεν ὑπέρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ
  10. δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ,
  11. λεπραλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας.
  12. καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν,
  13. εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων·
  14. ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας,
  15. ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης·
  16. ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων,
  17. ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ,
  18. ἄκρα δὲ μηρίνθοιο βαλών πτερόεντι βελέμνῳ,
  19. ἥσσονα τοξεύσειε καὶ ἥσσονα δῶρα δεχέσθω·
  20. ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσετοι, ὄφρά κε Φοίβῳ