Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δεύτερος Εὐρυμέσων παλάμην ἐπερείσατο δίσκῳ---
  2. καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ
  3. βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων·
  4. καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνσρομον αὔραις,
  5. καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ
  6. ὀξείῃ στρογάιγγι· καὶ ὑψιπόδης Ἁλιμήδης
  7. εἰς σκοπὸν ἠκόντιξεν ἐν ἠερι δίσκον ἀλήτην·
  8. καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις
  9. ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου
  10. ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις
  11. ὄρθιον· ἠερόθεν δὲ πεσὼν ἐκυκίνσετο γαίῃ
  12. ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ
  13. χειρὸς ἐυστρέτοιο, φέρων αὐτόσσυτον ὁρμήν,
  14. εἰσόκε σήματα πάντα παρέσπαμεν· ἀγρόμενοι δὲ
  15. πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος,
  16. ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν.
  17. καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυχαλείῃ
  18. διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἀλιμήδης·
  19. ἄκμων δʼ εἰλιπόδης χρυσαυγέα κούφισε μίτρην·
  20. καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας