Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην,
  2. μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ·
  3. εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν ἐννοσιγαίου,
  4. ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων,
  5. πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης,
  6. ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.
  7. ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης.
  8. τῷ δʼ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχου τέθριππον ἱμάσσων·
  9. Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ,
  10. πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων
  11. κερδαλέων· καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης.
  12. καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν·
  13. Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας
  14. ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων
  15. σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,
  16. βαιὸν ὑποφθάμενος· καὶ ἐπʼ ἄντυγι γούνατα πήξας
  17. δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ,
  18. ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ.
  19. καὶ δαπέδῳ πέσεν ἅρμα· τινασσομένοιο δὲ δίφρου
  20. τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι,