Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὃς μὲν ὑπὲρ λαγόνων, ὁ δὲ γαστέρος, ὃς δʼ ἐπἰ δειρήν,
- εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ
- ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων
- σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,
- κουφίζων ζυγόδεσμα, καὶ ὑψόσε δίφρον ἀνέλκων.
- οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός· αὐσταλεος δὲ
- ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων·
- θρύπτετο δʼ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου
- ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.
- ἡνίοχος δʼ ἀνέπαλτο θοώτερος· ἐσσυμένως δὲ
- εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ,
- αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων·
- καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.
- καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου
- Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν·
- Λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους,
- λῆγε μάτην· φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,
- Φαῦνος ὅτι προθέοντας ὅλους, ἐλατῆρας ἐάσας
- νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων·
- φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ