Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ,
  2. ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι,
  3. οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων
  4. υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.
  5. τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων,
  6. ἅρματι δʼ ἅρμα πέλασσεν ἰσόζυγον· ἀντιβίου δὲ
  7. λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων,
  8. σύνδρομον αὖ ἐρύων βεβιημένον ἅρμα χαλινῷ,
  9. δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους
  10. ἐσσυμένους προτέρωσε· μεταστήσας δὲ κελεύθου
  11. θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα.
  12. καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ
  13. υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ,
  14. ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν·
  15. Σκέλμις, ἐνικήθης· σέο φέρτερός ἐστιν Ἐρεχθεύς,
  16. ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης,
  17. ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης
  18. γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάρκη.
  19. εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης
  20. ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων,