Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀφριόων στατὸς ἵππος ἀπέπτυε ἄκρα χαλινοῦ,
  2. ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς,
  3. ἡνία δʼ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ,
  4. ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων·
  5. καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην.
  6. καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων
  7. Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν·
  8. Λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων·
  9. ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων
  10. Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.
  11. ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω
  12. ἵππιον ὑγρομέδοντα· σὺ δέ, πλήξιππε, τιταίνεις
  13. νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην.
  14. οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλά κομίζω
  15. ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.
  16. ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς,
  17. καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων
  18. χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ
  19. ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην
  20. κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν·