Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δʼ ἐπὶ γαίῃ
  2. ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης·
  3. καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ
  4. ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης·
  5. συμφερτὴ δʼ ἔρις ἦεν· ἐγειρομένη δὲ καἰ αὐτὴ
  6. στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη,
  7. χαῖται δʼ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις·
  8. ὀτρηροὶ δʼ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν
  9. ὀξυτέρην μάστιγος ἀπερροίβδησαν ἰωήν.
  10. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας
  11. Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων·
  12. καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς
  13. ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης
  14. εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων·
  15. καὶ γάρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ
  16. διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων
  17. ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος,
  18. καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων,
  19. ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων,
  20. καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων