Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα
  2. ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων,
  3. ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα
  4. ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος ἐννοσιγαίου,
  5. εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων
  6. πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων·
  7. οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων
  8. Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων
  9. χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην.
  10. λαοὶ δʼ εἰς ἕν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ
  11. ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος,
  12. τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων·
  13. ὧν ὁ μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τινάσσων
  14. δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα,
  15. ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων
  16. ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος·
  17. καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος
  18. χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε πενθάδι φωνῇ
  19. θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων.
  20. ἅρματα δʼ εὐποίητα θοώτερα θυιάδος ἄρκτου