Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης
  2. ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι·
  3. ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη
  4. ἡνίοχος πολύμητις, ἔχων καὶ ἐηάσσονας ἵππους,
  5. ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα,
  6. ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει
  7. ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων.
  8. σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ
  9. δοχμώσας ὅηον ἵππον ἀπιστεπὸν ἐγγύθι νύσσης,
  10. λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων,
  11. ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ
  12. σὸν δρόμον ἰθύνων, πεφυλαγμένος, ἄχρι φανείη
  13. πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου
  14. τέρματος ἁπτομένη τροχειδέι γείτονι κύκλῳ·
  15. ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας
  16. εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους.
  17. καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων
  18. ἔσσο κυβερνήτῃ πανομοίιος· ἀμφότερον δέ,
  19. κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
  20. δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων