Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ·
  2. ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων
  3. εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ
  4. πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.
  5. ὥς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας
  6. ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης.
  7. καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπʼ ἄλλῳ
  8. τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου,
  9. κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ
  10. εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων.
  11. καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς· ἱππομανὴς δὲ
  12. Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης
  13. κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης,
  14. τῷ δʼ ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  15. ἔλλαχεν Ἀκταίων· ὁ δὲ φέρτατος εἰς δρόμον ἔστη
  16. ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς.
  17. καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες,
  18. ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων.
  19. καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας
  20. καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας