Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι·
  2. ἀλλὰ ματην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων
  3. νικῆσαι δεδάασιν, ὅσον φρένες ἡνιοχῆος·
  4. μούνης κερδοσύνης ἐπιδεύεαι· ἱπποσύνη γὰρ
  5. χπηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος.
  6. ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης,
  7. ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω.
  8. σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν·
  9. καὶ δρόμος ἱπποσύνης μεθέπει κλίος, ὅσσον Ἐνυώ·
  10. σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν·
  11. Ἄρεα νικήσας ἑτέρην ὑποδύσεο νίκην,
  12. ὄφρα μετʼ αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω.
  13. ὦ τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ,
  14. ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
  15. καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος·
  16. ἱπποσύνην δʼ ἀνάφαινε, φέρων τεχνήμονα νίκην,
  17. κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος
  18. ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέηκων
  19. πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων
  20. ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ