Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί σφεας, Ὠρείθυιαν ὅθʼ ἥρπασεν Ἀτθίδα νύμφην,
  2. ὤπασεν ἕδνον ἕρστος Ἐρεχθέι γαμβρὸς ἀήτης.
  3. δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην·
  4. καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος ἐννοσιγαίου
  5. Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ
  6. πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης.
  7. τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἧλθεν ἀγῶνος
  8. μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης,
  9. Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους·
  10. καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης,
  11. οἶστπον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο,
  12. ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης
  13. Ἀλοειοῦ δυσέρωτος ὃς εἰς Ἀπέθουσαν ἱκάνει
  14. ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ.
  15. καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου
  16. παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους·
  17. Τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος,
  18. οἶδα μέν, ὅττι φέρεις σθένος ἄριον, ὅττι κομίζεις
  19. σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης,
  20. πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ