Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης·
  2. ἀλλʼ οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐκ ἐλατῆρες
  3. ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων,
  4. ἀλλʼ ἀρετῇς δρόμος οὗτος, ἐλεύοερος ἀφρογενείης·
  5. εἰ πέδον[*](So MSS.: σχεδὸν Ludwich.) Ἀονίης ἢ Φωκίδος αἷμα κομίζει,
  6. Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ὰγῶνα·
  7. εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος,
  8. ἔγνω πιαλέης ἐγκύμονα κάλαπιν ἐέρσης·
  9. εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης,
  10. Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα
  11. ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης,
  12. χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι·
  13. εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου,
  14. Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.
  15. ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες,
  16. δίφρα περιτροχόωντες ἀμοιβαδίς· ὠκυπόδην δὲ
  17. Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς
  18. ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάρκην,
  19. οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων
  20. Στθοωίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων,