Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφοτέρῳ πήχυνε κατηφέι Φοῖβος ἀγοστῷ,
  2. καί μιν ἄγων ἔστησεν ἐρημάδος ἔνδοθι λόχμης·
  3. νοστήσας δʼ ἀκίχητος ὁμίλεε θέσπιδι χάρμῃ.
  4. καὶ βυθίου προμάχου πυρόεις πρόμος ἀντίος ἔστη,
  5. Φοῖβος ἐς ὑσμίνην Ποσιδήιον· ἀμφὶ δὲ νευρῇ
  6. θῆκε βέλος καὶ πυρσὸν ἐκούφισε Δελφίδι πεύκῃ
  7. ἀμφοτέρῃ παλάμῃ περιδέξιος, ὄφρα κορύσσῃ
  8. ὁλκῷ κυματόεντι σέλας καὶ τόξα τριαίνῃ.
  9. αἰχμὴ δʼ αἰθαλόεσσα καὶ ὑδατόεντες ὀιστοὶ
  10. σύμπεσον ἀλλήλοισι· κορυσσομένοιο δὲ Φοίβου
  11. Αρεος ἐσμαράγησε μέλος πατρώιος Αἰθήρ,
  12. βρονταῖον κελάδημα· θυελλήεσσα δὲ σάλπιγξ
  13. οὔασι Φοιβείοισιν ἐπέκτυπε ποντιὰς Ἠχώ·
  14. τρίτων δʼ εὐρυγένειος ἐβόμβεεν ἠθάδι κόχλῳ
  15. ἀνδροφυὴς ἀτέλεστος, ἀπʼ ἰξύος ἔγχλοος ἰχθύς·
  16. Νηρεΐδες δʼ ἀλάλαζον· ὑπερκύψας δὲ θαλάσσης
  17. σειομένου τριόδοντος Ἄραψ μυκήσατο Νηρεύς.
  18. οὐρανίης δὲ φάλαγγος ὑπέρτερον ἦχον ἀκούων
  19. Ζεὺς χθόνιος κελάδησε, μὴ ἐννοσίγαιος ἀράσσων
  20. γαῖαν ἱμασσομένην ῥοθίων ἐνοσίχθονι παλμῷ