Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἁρμονίην κόσμοιο μετοχλίσσειε τριαίνῃ,
  2. μή ποτε κινήσας χθονίων κρηπῖδα βερέθρων
  3. θηητὴν τελέσειεν ἀθηήτου χθονὸς ἕδρην,
  4. μὴ βυθίων φλέβα πᾶσαν ἀναρρήξειεν ἐναύλων
  5. Ταρταρίῳ κευθμῶνι χέων μετανάστιον ὕδωρ,
  6. νέρτερον εὐρώεντα κατακλύζων πυλεῶνα.
  7. τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων,
  8. καὶ χθόνιαι σάλπιγγες ἐπέβρεμον· ἀμφοτέρους δὲ
  9. ῥάβδον ἐλαφρίζων ἀνεσείρασε μείλιχος Ἑρμῆς·
  10. τρισσοῖς δʼ ἀθανάτοισι μίαν ξυνώσατο φωνήν·
  11. Γνωτὲ Διὸς καὶ κοῦρε, σὺ μέν, κλυτότοξε, θυέλλαις
  12. πυρσὸν ἔα καὶ τόξα, σὺ δὲ γλωχῖνα τριαίνης,
  13. μὴ μακάρων Τιτῆνες ἐπεγγελάσωσι κυδοιμῷ,
  14. μὴ Κρονίην μετὰ δῆριν ἀπειλήτειραν Ὀλύμπου
  15. δεύτερον ἀθανάτοισιν Ἄρης ἐμφύλιος εἴη,
  16. μὴ μόθον ἄλλον ἴδοιμι μετὰ κλόνον Ἰαπετοῖο,
  17. μηδὲ μετὰ Ζαγρῆα καὶ ὀψιγόνου περὶ Βάκχου
  18. φλέξας γαῖαν ἅπασαν ἑῷ πυρὶ χωόμενος Ζεὺς
  19. ἀενάου κλύσσειε τὸ δεύτερον ἄντυγα κόσμου,
  20. ὕδασιν ὀμβρήσας χυτὸν αἰθέρα· μηδὲ νοήσω