Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κεστὸν ἔχειν ὤφελλες ἀοσσητῆρα λοχείης,
  2. σὺν Παφίῃ, σὺν Ἔρωτι· σὺ γὰρ κρατέεις τοκετοῖο.
  3. ἀλλά, τελεσσιγόνοιο κυβερνήτειρα γενέθλης,
  4. ἔρχεο παιδοτόκων ἐπὶ παστάδα θηλυτεράων,
  5. καὶ λοχίοις βελέεσσιν ὀιστεύουσα γυναῖκας
  6. εἴκελος ἔσσο λέοντι λεχωίδος ἐγγύθι νύμφης,
  7. ἀντὶ φιλοπτολέμοιο μογοστόκος. ἀλλὰ καὶ αὐτῆς
  8. λῆγε σαοφρονέουσα σαόφρονος εἵνεκα μίτρης,
  9. ὅττι τεῶν μελέων μεθέπων τύπον ὑψιμέδων Ζεὺς
  10. παρθενικὰς ἀγάμους νυμφεύεται· εἰσέτι κείνην
  11. εἰκόνα σὴν βοόωσι γαμοκλόπον Ἀρκάδες ὗλαι,
  12. Καλλιστοῦς ἀγάμοιο γαμοστόλον, ὑμετέρην δὲ
  13. ἔμφρονα μάρτυρον ἄρκτον ἔτι στενάχουσι κολῶναι
  14. μεμφομένην νόθον εἶδος ἐρωμανὲς ἰοχεαίρης,
  15. θηλυτέρης ὅτε λέκτρον ἐδύσατο θῆλυς ἀκοίτης.
  16. ἀλλὰ τεὴν ἀνόνητον ἀπορρίψασα φαρέτρην
  17. Ἥρης κάλλιπε δῆριν ἀρείονος· ἢν δʼ ἐθελήσῃς,
  18. ὡς λοχίη πολέμιζε τελεσσιγάμῳ Κυθερείῃ.
  19. ἔννεπε, τειρομένην δὲ παρήλυθεν Ἄρτεμιν Ἥρη.
  20. τὴν δὲ φόβῳ μεθύουσαν ἀπὸ φλοίσβοιο κομίζων