Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ κραναὸν κούφισσεν ὑπηνέμιον βέλος Ἥρη,
- χειρὶ δὲ δινεύουσα πεπηγότα νῶτα χαλάζης
- Αρτεμιν ἐστυφέλιξε χαραδρήεντι βελέμνῳ·
- τόξου δʼ ἀγκύλα κύκλα συνέθλασε μάρμαρος αἰχμή·
- οὐ δὲ μάχην ἀνέκοψε Διὸς δάμαρ· Ἀρτέμιδος δὲ
- στήθεος ἄκρον ἔτυψε μεσαίτατον· ἡ δὲ τυπεῖσα
- ἔγχεϊ παχνήεντι χαμαὶ κατέχευε φαρέτρην.
- καί οἱ ἐπεγγελόωσα Διὸς μυθήσατο νύμφη·
- Ἄρτεμι, θηρία βάλλε· τί μείζοσιν ἀντιφερίζεις;
- καὶ σκοπέλων ἐπίβηθι· τί σοὶ μόθος; οὐτιδανὰς δὲ
- ἐνδρομίδας φορέουσα λίπε κνημῖδας Ἀθήνῃ·
- καὶ λίνα σεῖο τίνασσε δολοπλόκα· θηροφόνοι γὰρ
- σοὶ κύνες ἀγρώσσουσι, καὶ οὐ πτερόεντες ὀιστοί·
- οὐ σὺ λεοντοφόνον μεθέπεις βέλος· ἀδρανέων γὰρ
- σῶν καμάτων ἱδρῶτες ἀνάλκιδές εἰσι λαγωοί·
- σῶν δʼ ἐλάφων ἀλέγιζε καὶ εὐκεράου σέο δίφρου,
- δῶν ἐλάφων ἀλέγιζε· τί σοὶ Διὸς υἷα γεραίρειν
- πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων;
- ἢν δʼ ἐθέλῃς, ἔχε τόξον, Ἔρως ὅτι τόξα τιταίνει·
- παρθενικὴ φυγόδεμνε μογοστόκε, πορθμὸν Ἐρώτων