Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κάλλιπον ἀμνήστοισι μεμηλότα μῦθον ἀήταις
  2. Δικταῖοι Ῥαδαμᾶνες ὁμόφρονες· ἀλλὰ Λυαίῳ
  3. νῆας ἐτεχνήσαντο μαχήμονας· ἀμφὶ δὲ λόχμας
  4. ποίπνυον ἄλλοθεν ἄλλος· ὁ μὲν τορνώσατο γόμφους,
  5. ὃς δὲ μέσην πεπόνητο περὶ τρόπιν, ἴκρια δʼ ἄλλος
  6. ὀρθὰ περὶ σταμίνεσσιν ἀμοιβαίῃσιν ὑφαίνων
  7. ὁλκάδα τοῖχον ἔτευχεν, ἐπηγκενίδας δὲ συνάπτων
  8. μηκεδανὰς κατέπηξε, βαθυνομένῃ δὲ μεσόδμῃ
  9. μεσσοφανῆ μέσον ἱστὸν Ἄραψ ὠρθώσατο τέκτων
  10. λαίφεϊ πεπταμένῳ πεφυλαγμένον· αὐτὰρ ἐπʼ ἄκρῳ
  11. δουρατέην ἐπίκυρτον ἐτορνώσαντο κεραίην
  12. ἴδμονες εὐπαλάμοιο καὶ Ἡφαίστου καὶ Ἀθήνης.
  13. ὣς οἱ μὲν μογέοντες ἀμιμήτῳ τινὶ τέχνῃ
  14. Βάκχῳ νῆας ἔτευχον. ἐπασχαλόων δὲ κυδοιμῷ
  15. μαντοσύνης Διόνυσος ἑῆς ἐμνήσατο Ῥείης,
  16. ὅττι τέλος πολέμοιο φανήσεται, ὁππότε Βάκχοι
  17. εἰναλίην Ἰνδοῖσιν ἀναστήσωσιν Ἐνυώ.
  18. καὶ Λύκος ἀκροτάτοιο διʼ οἴδματος ἡγεμονεύων,
  19. νεύμασιν ἀτρέπτοισιν ὑποδρήσσων Διονύσου,
  20. ἄβροχον ἡνιόχευεν ὁδοιπόρον ἅρμα θαλάσσης,