Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ παλάμην ὤρεξεν ἀναυδέα, μάρτυρι σιγῇ
  2. μόχθον ὅλον βοόων· τὸ δὲ δάκρυον ἔπλετο φωνή.
  3. καὶ σκεδάσας Διόνυσος ἑὴν πολύδεσμον ὀπώρην
  4. γυιοπέδην εὔβοτρυν ἀνέσπασε Δηριαδῆος,
  5. καὶ στέφος ἡμερίδων ἑλικώδεα κισσὸν ἐλάσσας
  6. δέσμιον αὐχένα λῦσεν ὁμοπλεκέων ἐλεφάντων.
  7. οὐ δὲ φυγὼν δρυόεντα τανυπτόρθοιο κορύμβου
  8. δεσμὸν ἀπειλητῆρα καὶ αὐτοέλικτον ἀνάγκην
  9. Δηριάδης ἀπέειπεν ἐθήμονα κόμπον ἀπειλῆς,
  10. ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
  11. διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
  12. ἀμφοτέρους δʼ ἀνέκοψε μάχης ἀμφίδρομος ὀρφνή.
  13. καὶ μόθος ἦν μετὰ νύκτα, καὶ ὑπναλέων ἀπὸ λέκτρων
  14. ἐγρομένους θώρηξεν ἀμοιβαίη πάλιν Ἠώς.
  15. οὐδὲ μόθων τέλος ἦεν ἐπειγομένῳ Διονύσῳ,
  16. ἀλλὰ τόσων μετὰ κύκλα κυλινδομένων ἐνιαυτῶν
  17. ῥυθμὸν Ἐνυαλίοιο μάτην ἐπεβόμβεε σάλπιγξ.
  18. ἤδη δʼ ἐγρεμόθων ἐτέων πολυκαμπέι νύσσῃ
  19. Βακχιὰς ὀψιτέλεστος ἐμαίνετο μᾶλλον Ἐνυώ.
  20. οὐ μὲν ἀφειδήσαντες Ἀρειμανέος Διονύσου