Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἧχι σοφοὶ Ῥαδαμᾶνες, ἁλιπλανέες μετανάσται,
  2. νῆας ἐτεχνήσαντο θαλασσοπόρῳ Διονύσῳ.
  3. καὶ τότε τετραπόροιο χρόνου στροφάλιγγα κυλίνδων,
  4. ἱππεύων ἔτος ἕκτον, ἑλίσσετο καμπύλος Αἰών ---
  5. εἰς ἀγορὴν ἐκάλεσσε μελαρρίνων γένος Ἰνδῶν
  6. Δηριάδης σκηπτοῦχος· ἐπειγομένῳ δὲ πεδίλῳ
  7. λαὸν ἀολλίζων ἑτερόθροος ἤιε κῆρυξ.
  8. αὐτίκα δʼ ἠγερέθοντο πολυσπερέων στίχες Ἰνδῶν,
  9. ἑζόμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ βάθρων·
  10. λαοῖς δʼ ἀγρομένοισιν ἄναξ ἀγορήσατο Μορρεύς·
  11. Ἴστε, φίλοι, τάχα πάντες, ἅ περ κάμον ὑψόθι πύργων,
  12. εἰσόκε γαῖα Κίλισσα καὶ Ἀσσυρίων γένος ἀνδρῶν
  13. αὐχένα δοῦλον ἔκαμψεν ὑπὸ ζυγὰ Δηριαδῆος·
  14. ἴστε καί, ὅσσα τέλεσσα καταιχμάζων Διονύσου,
  15. μαρνάμενος Σατύροισι καὶ ἀμητῆρι σιδήρῳ
  16. τέμνων ἐχθρὰ κάρηνα βοοκραίροιο γενέθλης,
  17. ὁππότε Βασσαρίδων πεπεδημένον ἑσμὸν ἐρύσσας
  18. ὤπασα Δηριάδῃ, πολέμου γέρας, ὧν ὑπὸ λύθρῳ
  19. ἄστεος εὐλάιγγες ἐφοινίχθησαν ἀγυιαὶ
  20. κτεινομένων· ἕτεραι δὲ μετάρσιον ἀμφὶ χορείην