Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ποιητὴν πλοκαμῖδα νόθης ἐχάραξε Μεδούσης.
  2. κούρη δʼ ἐγρεκύδοιμος ἐπαΐξασα καὶ αὐτὴ
  3. σύγγονον ἔγχος ἄειρεν ἐπʼ Ἄρεϊ Παλλὰς ἀμήτωρ,
  4. κεῖνο, τό περ φορέουσα λεχώιον ἥλικι χαλκῷ
  5. ἄνθορε πατρῴοιο τελεσσιγόνοιο καρήνου.
  6. καὶ δαπέδῳ γόνυ κάμψε τυπεὶς περιμήκετος Ἄρης·
  7. ἀλλά μιν ὀρθώσασα παλινδίνητον Ἀθήνη
  8. μητρὶ φίλῃ μετὰ δῆριν ἀνούτατον ὤπασεν Ἥρῃ.
  9. Ἥρῃ δʼ ἀντερίδαινεν ὀρεσσινόμου Διονύσου
  10. Αρτεμις ὡς συνάεθλος ὀρεστιάς, ἰθυτενὲς δὲ
  11. τόξον ἑὸν κύκλωσεν· ὁμοζήλῳ δὲ κυδοιμῷ
  12. Ηρη Ζηνὸς ἑλοῦσα νέφος πεπυκασμένον ὤμοις
  13. ἀρραγὲς ὡς σάκος εἶχε· καὶ Ἄρτεμις ἄλλον ἐπʼ ἄλλῳ
  14. ἠερίης πέμπουσα διʼ ἄντυγος ἰὸν ἀλήτην
  15. εἰς σκοπὸν ἀχρήιστον ἑὴν ἐκένωσε φαρέτρην,
  16. καὶ νεφέλην ἄρρηκτον ὅλην ἐπύκαζεν ὀιστοῖς·
  17. καὶ γεράνων μιμηλὸς ἔην τύπος ἠεροφοίτης
  18. ἱπταμένων στεφανηδὸν ἀμοιβαίῳ τινὶ κύκλῳ·
  19. καὶ νέφεϊ σκιόεντι πεπηγότες ἦσαν ὀιστοί·
  20. ὠτειλὰς δʼ ἀχάρακτος ἀναίμονας εἶχε καλύπτρη.